ploigisi h3
bottom_neo.jpg

Ekdoseis3

Γεννήτορες τῆς Θεοτόκου

GenesionTheotokouἈληθῶς ἄξιοι προωρίσθησαν οἱ Δίκαιοι τῆς Θεοτόκου γεννήτορες καὶ συγγενεῖς κατὰ σάρκα Χριστῷ γενέσθαι, καὶ ὡς ἐκ γένους, ἐπισήμου βασιλικοῦ καὶ ἱερατικοῦ, τιμηθῆναι.

Ὁ πατὴρ Ἰωάννου Ζαχαρίας, εἶχεν ἀδελφόν, συνιερέα, καλούμενον Ἀγγαῖον. Τὴν θυγατέρα του, ὀνόματι Σαλώμη (οὐχ ἡ μαῖα), εἶχε λάβει σύζυγον ὁ Ἰωσήφ. Ἐξ αὐτῆς ἔσχεν δύο θυγατέρας καὶ τέσσαρας υἱούς, ἐξ ὧν εἷς ἦν ὁ Ἰάκωβος, ὁ ἐπικληθεὶς ἀδελφόθεος, πρῶτος ἐπίσκοπος Ἱεροσολύμων.

Μετὰ δὲ τὸν θάνατον ταύτης (τῆς Σαλώμης), ὁ Ἰωσὴφ ἐμνηστεύθη την Μαρίαν, κατὰ τὸ πατρικὸν γένος καταγομένην ἀπὸ Ματθάν, ἱερέως καὶ αὐτοῦ, ἀπὸ Σολομῶντος, τοῦ υἱοῦ Δαβὶδ καταγομένου (ὡς κατὰ Λουκᾶν Εὐαγγέλιον γενεαλογοῦν).

Οὗτος γὰρ (ὁ Ματθὰν) τρεῖς θυγατέρας ἀπέκτησε ἐκ Μαρίας γυναικὸς αὐτοῦ, ὧν τὰ ὀνόματα: Μαρία, Σωβή, Ἄννα. Ἡ Μαρία ἀποκτᾷ Σαλώμην τὴν μαῖα· ἡ Σωβὴ τὴν Ἐλισάβετ· ἡ δὲ Ἄννα ἀποκτᾷ τὴν Θεοτόκον Μαρίαν, κατ᾿ ὄνομα τῆς μάμμης, ἀλλὰ καὶ τῆς θείας της.

Οὕτω, ἡ Ἐλισάβετ, μητέρα Ἰωάννου τοῦ Βαπτιστοῦ, ἀνεψιὰ Ἄννης καὶ ἐξαδέλφη τῆς Θεοτόκου.

Ὡς ἕνεκα, δόξα τῇ συγκαταβάσει τοῦ Θεοῦ ἡμῶν, κυροῦντος τοῦ Εὐαγγελίου ἀμφότερα, διὰ πατρῷον καὶ σαρκικὸν γένος Χριστοῦ.

 

Σημειώσεις ἐκ τοῦ ἔργου: Μέγας Συναξαριστὴς τῆς Ὀρθοδόξου Ἐκκλησίας
Εὑρέθη ὄπισθεν εἰκόνος Ἁγίας Μαρίας Προμήτορος τῆς Θεοτόκου,
Μοναστήρι Παναγίας Σεϊδανάγιας, Ἱερουσαλήμ

Pin It
footer
  • Σάββατο 18 Νοεμβρίου Πλάτωνος, Ζακχαίου και Ρωμανού μαρτύρων

  • Πόσους μήνες έχει ο χρόνος;

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ